Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.305 Joseph. AJ 7.309 (English) >>Joseph. AJ 7.313

7.307

Τῷ δὲ βασιλεῖ πάντες ἦσαν οἱ περὶ αὐτὸν ἀνδρεῖοι· τούτων δʼ οἱ διασημότατοι καὶ λαμπροὶ τὰς πράξεις ὀκτὼ καὶ τριάκοντα, ὧν πέντε μόνων διηγήσομαι τὰ ἔργα· φανερὰς γὰρ καὶ τὰς τῶν ἄλλων ἀρετὰς ἀρκέσουσιν οὗτοι ποιῆσαι· δυνατοὶ γὰρ ἦσαν οὗτοι καὶ χώραν ὑπάγεσθαι καὶ μεγάλων ἐθνῶν κρατῆσαι. 7.308πρῶτος μὲν οὖν Ἴσεβος υἱὸς Ἀχεμαίου, ὃς πολλάκις εἰς τὴν παράταξιν ἐμπηδῶν τῶν πολεμίων οὐ πρὶν ἀνεπαύετο μαχόμενος πρὶν ἐνακοσίους αὐτῶν καταβαλεῖν. μετʼ αὐτὸν ἦν Ἐλεάζαρος υἱὸς Δωδείου, ὃς ἦν μετὰ τοῦ βασιλέως ἐν Ἐρασαμῷ· 7.309οὗτός ποτε τῶν Ἰσραηλιτῶν καταπλαγέντων τὸ πλῆθος τῶν Παλαιστίνων καὶ φευγόντων μόνος ἔμεινε καὶ συμπεσὼν τοῖς πολεμίοις ἀπέκτεινεν αὐτῶν πολλούς, ὡς ὑπὸ τοῦ αἵματος προσκολληθῆναι τὴν ῥομφαίαν αὐτοῦ τῇ δεξιᾷ καὶ τοὺς Ἰσραηλίτας ἰδόντας τετραμμένους ὑπʼ αὐτοῦ τοὺς Παλαιστίνους καταβάντας διώκειν καὶ θαυμαστὴν καὶ διαβόητον τότε νίκην ἄρασθαι, τοῦ μὲν Ἐλεαζάρου κτείνοντος ἑπομένου δὲ τοῦ πλήθους καὶ σκυλεύοντος τοὺς ἀνῃρημένους. 7.310τρίτος δὲ ἦν Ἠλοῦ μὲν υἱὸς Σαβαίας δὲ ὄνομα. καὶ οὗτος ἐν τοῖς πρὸς Παλαιστίνους ἀγῶσιν εἰς τόπον Σιαγόνα λεγόμενον αὐτῶν παραταξαμένων, ὡς οἱ Ἑβραῖοι πάλιν τὴν δύναμιν φοβηθέντες οὐχ ὑπέμειναν, ὑπέστη μόνος ὡς στράτευμα καὶ τάξις, καὶ τοὺς μὲν αὐτῶν κατέβαλε τοὺς δʼ οὐ καρτερήσαντας αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν βίαν ἀλλʼ εἰς φυγὴν ἀποστραφέντας ἐδίωκε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.305 Joseph. AJ 7.309 (English) >>Joseph. AJ 7.313

Powered by PhiloLogic